Add parallel Print Page Options

43 Οὐ γάρ ἐστιν δένδρον καλὸν ποιοῦν καρπὸν σαπρόν, οὐδὲ [a]πάλιν δένδρον σαπρὸν ποιοῦν καρπὸν καλόν. 44 ἕκαστον γὰρ δένδρον ἐκ τοῦ ἰδίου καρποῦ γινώσκεται· οὐ γὰρ ἐξ ἀκανθῶν συλλέγουσιν σῦκα, οὐδὲ ἐκ βάτου [b]σταφυλὴν τρυγῶσιν. 45 ὁ ἀγαθὸς ἄνθρωπος ἐκ τοῦ ἀγαθοῦ θησαυροῦ τῆς καρδίας [c]αὐτοῦ προφέρει τὸ ἀγαθόν, καὶ ὁ [d]πονηρὸς ἐκ τοῦ [e]πονηροῦ προφέρει τὸ πονηρόν· ἐκ γὰρ [f]περισσεύματος καρδίας λαλεῖ τὸ στόμα αὐτοῦ.

46 Τί δέ με καλεῖτε· Κύριε κύριε, καὶ οὐ ποιεῖτε ἃ λέγω; 47 πᾶς ὁ ἐρχόμενος πρός με καὶ ἀκούων μου τῶν λόγων καὶ ποιῶν αὐτούς, ὑποδείξω ὑμῖν τίνι ἐστὶν ὅμοιος· 48 ὅμοιός ἐστιν ἀνθρώπῳ οἰκοδομοῦντι οἰκίαν ὃς ἔσκαψεν καὶ ἐβάθυνεν καὶ ἔθηκεν θεμέλιον ἐπὶ τὴν πέτραν· πλημμύρης δὲ γενομένης προσέρηξεν ὁ ποταμὸς τῇ οἰκίᾳ ἐκείνῃ, καὶ οὐκ ἴσχυσεν σαλεῦσαι αὐτὴν [g]διὰ τὸ καλῶς οἰκοδομῆσθαι αὐτήν. 49 ὁ δὲ ἀκούσας καὶ μὴ ποιήσας ὅμοιός ἐστιν ἀνθρώπῳ οἰκοδομήσαντι οἰκίαν ἐπὶ τὴν γῆν χωρὶς θεμελίου, ᾗ προσέρηξεν ὁ ποταμός, καὶ [h]εὐθὺς συνέπεσεν, καὶ ἐγένετο τὸ ῥῆγμα τῆς οἰκίας ἐκείνης μέγα.

Read full chapter

Footnotes

  1. ΚΑΤΑ ΛΟΥΚΑΝ 6:43 πάλιν WH Treg NIV ] – RP
  2. ΚΑΤΑ ΛΟΥΚΑΝ 6:44 σταφυλὴν τρυγῶσιν WH Treg NIV ] τρυγῶσιν σταφυλήν RP
  3. ΚΑΤΑ ΛΟΥΚΑΝ 6:45 αὐτοῦ Treg RP ] – WH NIV
  4. ΚΑΤΑ ΛΟΥΚΑΝ 6:45 πονηρὸς WH Treg NIV ] + ἄνθρωπος RP
  5. ΚΑΤΑ ΛΟΥΚΑΝ 6:45 πονηροῦ WH Treg NA ] + θησαυροῦ τῆς καρδίας αὑτοῦ NIV RP
  6. ΚΑΤΑ ΛΟΥΚΑΝ 6:45 περισσεύματος WH Treg NIV ] τοῦ περισσεύματος τῆς RP
  7. ΚΑΤΑ ΛΟΥΚΑΝ 6:48 διὰ τὸ καλῶς οἰκοδομῆσθαι αὐτήν WH Treg NIV ] τεθεμελίωτο γὰρ ἐπὶ τὴν πέτραν RP
  8. ΚΑΤΑ ΛΟΥΚΑΝ 6:49 εὐθὺς συνέπεσεν WH Treg NIV ] εὐθὲως ἔπεσεν RP